Callimachus XXXIV G-P (A.P. 7.80):
Εἰπέ τις, Ἡράκλειτε, τεὸν μόρον ἐς δέ με δάκρυ
ἤγαγεν ἐμνήσθην δ᾿ ὁσσάκις ἀμφότεροι
ἠέλιον λέσχῃ κατεδύσαμεν. ἀλλὰ σὺ μέν που,
ξεῖν᾿ Ἁλικαρνησεῦ, τετράπαλαι σποδιή,
αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ᾗσιν ὁ πάντων
ἁρπακτὴς Ἀίδης οὐκ ἐπὶ χεῖρα βαλεῖ.
*****
They told me, Heraclitus, they told me you were dead;
They brought me bitter news to hear and bitter tears to shed;
William Johnson Cory
No comments:
Post a Comment